Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.202 Joseph. AJ 2.207 (English) >>Joseph. AJ 2.211

2.205

Ἐν τούτοις δʼ ὄντων αὐτῶν τοῖς πράγμασιν αἰτία τοῦ μᾶλλον σπουδάσαι περὶ τὸν ἀφανισμὸν τοῦ γένους ἡμῶν τοῖς Αἰγυπτίοις προσεγένετο τοιαύτη· τῶν ἱερογραμματέων τις, καὶ γάρ εἰσι δεινοὶ περὶ τῶν μελλόντων τὴν ἀλήθειαν εἰπεῖν, ἀγγέλλει τῷ βασιλεῖ τεχθήσεσθαί τινα κατʼ ἐκεῖνον τὸν καιρὸν τοῖς Ἰσραηλίταις, ὃς ταπεινώσει μὲν τὴν Αἰγυπτίων ἡγεμονίαν, αὐξήσει δὲ τοὺς Ἰσραηλίτας τραφεὶς ἀρετῇ τε πάντας ὑπερβαλεῖ καὶ δόξαν ἀείμνηστον κτήσεται. 2.206δείσας δʼ βασιλεὺς κατὰ γνώμην τὴν ἐκείνου κελεύει πᾶν τὸ γεννηθὲν ἄρσεν ὑπὸ τῶν Ἰσραηλιτῶν εἰς τὸν ποταμὸν ῥιπτοῦντας διαφθείρειν, παραφυλάσσειν τε τὰς ὠδῖνας τῶν Ἑβραίων γυναικῶν καὶ τοὺς τοκετοὺς αὐτῶν παρατηρεῖν τὰς Αἰγυπτίων μαίας· 2.207ὑπὸ γὰρ τούτων αὐτὰς ἐκέλευε μαιοῦσθαι, αἳ διὰ συγγένειαν ἔμελλον μὴ παραβήσεσθαι τὴν τοῦ βασιλέως βούλησιν· τοὺς μέντοι καταφρονήσαντας τοῦ προστάγματος καὶ σώζειν λάθρα τολμήσαντας τὸ τεχθὲν αὐτοῖς ἀναιρεῖσθαι σὺν τῇ γενεᾷ προσέταξεν. 2.208δεινὸν οὖν τοῖς ὑπομένουσι τὸ πάθος, οὐ καθὸ παίδων ἀπεστεροῦντο καὶ γονεῖς ὄντες αὐτοὶ πρὸς τὴν ἀπώλειαν ὑπούργουν τῶν γεννωμένων, ἀλλὰ καὶ ἐπίνοια τῆς τοῦ γένους αὐτῶν ἐπιλείψεως, φθειρομένων μὲν τῶν τικτομένων, αὐτῶν δὲ διαλυθησομένων, χαλεπὴν αὐτοῖς καὶ δυσπαραμύθητον ἐποίει τὴν συμφοράν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.202 Joseph. AJ 2.207 (English) >>Joseph. AJ 2.211

Powered by PhiloLogic